Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.181 Joseph. AJ 8.185 (English) >>Joseph. AJ 8.189

8.183ἔπεμπον γὰρ αὐτῷ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἁλουργεῖς ἐσθῆτας καὶ ἀρωμάτων γένη πολλὰ καὶ ἵππους καὶ ἅρματα καὶ τῶν ἀχθοφόρων ἡμιόνων ὅσους καὶ ῥώμῃ καὶ κάλλει τὴν τοῦ βασιλέως ὄψιν εὖ διαθήσειν ἐπελέγοντο, ὥστε τοῖς οὖσιν αὐτῷ πρότερον ἅρμασι καὶ ἵπποις ἐκ τῶν πεμπομένων προσθέντα ποιῆσαι τὸν μὲν τῶν ἁρμάτων ἀριθμὸν τετρακοσίοις περισσότερον, ἦν γὰρ αὐτῷ πρότερον χίλια, τὸν δὲ τῶν ἵππων δισχιλίοις, ὑπῆρχον γὰρ αὐτῷ δισμύριοι ἵπποι. 8.184ἤσκηντο δʼ οὗτοι πρὸς εὐμορφίαν καὶ τάχος, ὡς μήτʼ εὐπρεπεστέρους ἄλλους εἶναι συμβαλεῖν αὐτοῖς μήτε ὠκυτέρους, ἀλλὰ καλλίστους τε πάντων ὁρᾶσθαι καὶ ἀπαραμίλλητον αὐτῶν εἶναι τὴν ὀξύτητα. 8.185ἐπεκόσμουν δὲ αὐτοὺς καὶ οἱ ἀναβαίνοντες νεότητι μὲν πρῶτον ἀνθοῦντες ἐπιτερπεστάτῃ τὸ δὲ ὕψος ὄντες περίοπτοι καὶ πολὺ τῶν ἄλλων ὑπερέχοντες, μηκίστας μὲν καθειμένοι χαίτας ἐνδεδυμένοι δὲ χιτῶνας τῆς Τυρίας πορφύρας. ψῆγμα δὲ χρυσοῦ καθʼ ἡμέραν αὐτῶν ἐπέσηθον ταῖς κόμαις, ὡς στίλβειν αὐτῶν τὰς κεφαλὰς τῆς αὐγῆς τοῦ χρυσοῦ πρὸς τὸν ἥλιον ἀντανακλωμένης. 8.186τούτων περὶ αὐτὸν ὄντων βασιλεὺς καθωπλισμένων καὶ τόξα ἐξηρτημένων ἐφʼ ἅρματος αὐτὸς ὀχούμενος καὶ λευκὴν ἠμφιεσμένος ἐσθῆτα πρὸς αἰώραν ἔθος εἶχεν ἐξορμᾶν. ἦν δέ τι χωρίον ἀπὸ δύο σχοίνων Ἱεροσολύμων, καλεῖται μὲν Ἠτάν, παραδείσοις δὲ καὶ ναμάτων ἐπιρροαῖς ἐπιτερπὲς ὁμοῦ καὶ πλούσιον· εἰς τοῦτο τὰς ἐξόδους αἰωρούμενος ἐποιεῖτο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.181 Joseph. AJ 8.185 (English) >>Joseph. AJ 8.189

Powered by PhiloLogic